οὕτως καὶ μέθυ οἱ παλαιοὶ ἐκάλουν· πολλαχοῦ γοῦν τῆς ποιήσεώς ἐστι τουτὶ τοὔνομα ἐμφερόμενον, ὥστ’ εἰ τὰ συνωνυμοῦντα καθ’ ἑνὸς ὑποκειμένου λέγεται, οἶνος καὶ μέθυ, καὶ τὰ ἀπὸ τούτων οὐδὲν ὅτι μὴ φωναῖς διοίσει μόνον, τό τε οἰνοῦσθαι καὶ τὸ μεθύειν [ἕν]·
De Plantatione. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.