δι’ ἣν ὑπεράνω στήσεται· ἐπεὶ p. 351 Μ. καὶ τῶν κατὰ ποταμοῦ βαθέος ἢ θαλάττης δυομένων οἱ μὲν ἄπειροι τοῦ ναυτίλλεσθαι διαφθείρονται, οἱ δὲ τοῦ πράγματος ἐπιστήμονες τάχιστα διασῴζονται· καὶ μὴν ὥσπερ χειμάρρους ὁ πολὺς ἄκρατος ἐπικλύζων τὴν ψυχὴν τοτὲ μὲν βρίθουσαν εἰς ἀμαθίας ἔσχατον βυθὸν κατέρριψε, τοτὲ δὲ ὑπὸ τῆς σωτηρίου παιδείας
ἐπικουφιζομένην καὶ ἐπελαφριζομένην οὐδὲν ἴσχυσε βλάψαι.
De Plantatione. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.