ἅπαντος ἀλογεῖν τοῦ γῆς χωρίου, ἀνωτάτω δ’ εἶναι πρὸς αὐτῷ τῷ p. 332 M αἰθέρι τὰς καθαρωτάτας, ἃς οἱ μὲν παρ’ Ἕλλησι φιλοσοφήσαντες ἥρωας καλοῦσι, Μωυσῆς δὲ ὀνόματι εὐθυβόλῳ χρώμενος ἀγγέλους προσαγορεύει, πρεσβευομένας καὶ διαγγελλούσας τά τε παρὰ τοῦ ἡγεμόνος τοῖς ὑπηκόοις ἀγαθὰ καὶ τῷ βασιλεῖ ὧν εἰσιν οἱ ὑπήκοοι χρεῖοι —,
γῇ δὲ ζῷά τε χερσαῖα καὶ φυτά, δύο πάλιν, προσένειμε, τὴν αὐτὴν μητέρα τε βουληθεὶς εἶναι καὶ τροφόν·
De Plantatione. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.