χρόνου παραλαμβανομένων, ὃς εἰς τὸν παρεληλυθότα καὶ ἐνεστῶτα καὶ μέλλοντα τέμνεσθαι πέφυκεν, ὁ τῆς παιδείας καρπὸς ἔσται καὶ ὑποστήσεται καὶ μενεῖ σῷος κατὰ πάντα τὰ χρόνου τμήματα, ἴσον τῷ δι’ αἰῶνος φθορὰν μὴ δεχόμενος· ἄφθαρτος γὰρ ἡ τοῦ ἀγαθοῦ φύσις. „ἀπερικάθαρτος δὲ καρπὸς οὐ βρωθήσεται“, παρόσον οἱ μὲν
κεκαθαρμένοι καὶ ὑγιαίνοντες ἀστεῖοι λόγοι ψυχὴν τρέφουσι καὶ νοῦν αὔξουσιν, οὐ τρόφιμοι δέ εἰσιν οἱ ἐναντίοι νόσον καὶ φθορὰν ἐπιπέμποντες αὐτῇ.
De Plantatione. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.