βλάστημα κάλλιστον, ἀλλὰ παραναπέφυκεν αὐτῷ κακόν, δεισιδειμονία, ἣν πρὶν χλοῆσαι λυσιτελὲς ἐκτεμεῖν. ἔνιοι γὰρ ᾠήθησαν τὸ βουθυτεῖν εὐσέβειαν εἶναι, καὶ ἐξ ὧν ἂν κλέψωσιν ἢ ἀρνήσωνται ἢ χρεωκοπήσωσιν ἢ ἁρπάσωσιν ἢ λεηλατήσωσι μοίρας ἀπονέμουσι τοῖς βωμοῖς, οἱ δυσκάθαρτοι, τὸ μὴ δοῦναι δίκην ἐφ’ οἷς ἐξήμαρτον ὤνιον εἶναι νομίζοντες.
De Plantatione. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.