ἐραστῶν ὡς δὴ σφόδρα φιλούσας—φιλοῦσι δὲ οὐκ ἐκείνους, ἀλλ’ ἑαυτὰς καὶ τοῖς καθ’ ἑκάστην ἡμέραν λήμμασιν ἐπικεχήνασι—, τούς τε κόλακας ἄλεκτον μὲν ἔστιν ὅτε μῖσος πρὸς τοὺς p. 345 M. θεραπευομένους φυλάττοντας, ὀψοφαγίαν δὲ καὶ λαιμαργίαν ἀγαπῶντας, ὑφ’ ὧν ἀναπείθονται τοὺς χορηγοὺς τῶν ἀμέτρων ἐπιθυμιῶν περιέπειν.
De Plantatione. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.