ψυχῶν, αἷς, ἐπειδὰν ἴδωσι τὸν ἀντίπαλον ἡττημένον, ἁρμόττει πάγκαλον καὶ πρεπωδέστατον ὕμνον ᾄδειν τῷ νικηφόρῳ καὶ καλλινίκῳ θεῷ. δύο δὲ χοροί, ὁ μὲν τῆς ἀνδρωνίτιδος, ὁ δὲ τῆς γυναικωνίτιδος ἑστίας, στάντες ἄντηχον καὶ ἀντίφωνον ἀναμέλψουσιν ἁρμονίαν.
De Agricultura. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.