αὐτὴν καὶ σφόδρα ἐπαινετὴν ἀπεργάζεται, ὅταν δὲ παρανομίᾳ ῥᾳθύμως καὶ ἀνειμένως προσφερόμενος, ψεκτήν. εἰκότως τοίνυν ὁ μὲν βασιλέως ὄνομα ὑποδύσεται ποιμὴν προσαγορευθείς, ὁ δ’ ὀψαρτυτοῦ τινος ἢ σιτοπόνου κτηνοτρόφος ἐπιφημισθείς, εὐωχίαν καὶ θοίνην ἀδηφαγεῖν θρέμμασιν εἰωθόσιν εὐτρεπιζόμενος.
De Agricultura. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.