ἀνδριάντι καὶ γραφῇ τελείᾳ τὰς εἰς εὐμορφίαν συμμετρίας, λογιζόμενος ὅτι εἰσὶν ἔφεδροι μυρίοι, οἷς ἡ φύσις ἀντ’ αὐτοῦ δωρήσεται ταῦτα πάντα, εὐμαθείας, προκοπάς, τελειότητας. ἄμεινον δὲ πρὸ ἐκείνων αὐτὸν ἐκλάμψαι ταμιευόμενον τὰς ὑπὸ τοῦ θεοῦ δοθείσας ἀσφαλῶς χάριτας καὶ μὴ προενεγκόντα πόρθησιν ἐχθροῖς ἀφειδοῦσιν ἑτοιμοτάτην
λείαν παρασχεῖν.
De Agricultura. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.