καὶ τὰς ἄλλας σώματός τε καὶ ψυχῆς κακώσεις ἄσμενοι διὰ τὸν τοῦ νικῆσαι πόθον καρτερήσουσιν, οἱ δὲ κονιάματα καὶ λήρους, κόσμον ἄψυχον, οἰκίαις περιτιθέντες ἢ τὴν κατ’ ἀγροὺς ὀπώραν δρεπόμενοι 1 καὶ τἀπιλήνῐ ἄγοντες ἢ ταῖς ὁμολογηθείσαις ἔκπαλαι παρθένοις νῦν πρῶτον εἰς ὁμιλίαν ἐρχόμενοι καὶ συνευναζόμενοι ὡς ἐν ἐπιτηδειοτάτῳ τοῦ γαμεῖν καιρῷ διατελοῦσι;
De Agricultura. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.