συμβάσεις καὶ σπονδὰς πρὸς σῶμα θέμενοι, ἀδυνατοῦντες ἀπαμφιάσασθαι τὸ σαρκῶν περίβλημα καὶ μόνην καὶ καθ’ ἑαυτὴν ἀπροσδεᾶ καὶ ἁπλῆν φύσιν ἰδεῖν ἀμιγῆ καὶ ἀσύγκριτον, οἷα περὶ ἑαυτῶν τοιαῦτα καὶ περὶ τοῦ πάντων αἰτίου διενοήθησαν, οὐ λογισάμενοι ὅτι τῷ μὲν ἐκ πλειόνων συνόδου δυνάμεων γενομένῳ πλειόνων ἔδει μερῶν πρὸς
τὴν τῶν καθ’ ἕκαστον χρειῶν ὑπηρεσίαν, 12 ὁ δὲ θεὸς ἅτε ἀγένητος ὢν καὶ τὰ ἄλλα ἀγαγὼν εἰς γένεσιν οὐδενὸς ἐδεήθη τῶν τοῖς γεννήμασι προσόντων· ἐπεὶ καὶ τί φῶμεν;
Quod Deus Sit Immutabilis. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.