1 αἱ ἀνάρμοστοι κακίαι. μάθε δ’, εἰ θέλεις, ὦ διάνοια, τὸ μὴ ἑαυτῇ γεννᾶν οἷόν ἐστι παρὰ Ἀβραὰμ τοῦ τελείου, ὃς τὸ ἀγαπητὸν καὶ μόνον τῆς ψυχῆς ἔγγονον γνήσιον, τῆς αὐτομαθοῦς σοφίας εἰκόνα ἐναργεστάτην, ἐπίκλησιν Ἰσαάκ, ἀνάγει θεῷ καὶ ἀποδίδωσι μετὰ πάσης εὐθυμίας ἀναγκαῖον
καὶ ἁρμόττον χαριστήριον συμποδίσας, ὥς φησιν ὁ νόμος (Gen. 22,2.9), τὸ καινουργηθὲν ἱερεῖον, ἤτοι παρ’ ὅσον ἐπ’ οὐδενὸς θνητοῦ βαίνειν ἅπαξ ἐπιθειάσας ἠξίου, ἢ παρ’ ὅσον ἀνίδρυτον καὶ ἄστατον κατεῖδε τὴν γένεσιν, ὅτε τὴν περὶ τὸ ὂν ἀνενδοίαστον ἔγνω βεβαιότητα, ᾗ λέγεται πεπιστευκέναι (Gen. 15,6).
Quod Deus Sit Immutabilis. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.