χειμεριναῖς τροπαῖς τὰ πέταλα μαρανθέντα εἰς τοὔδαφος χεῖται, οἵ τε ἐν ταῖς κληματίσι λεγόμενοι πρὸς τῶν γεωπόνων ὀφθαλμοὶ καθάπερ ἐν τοῖς ζῴοις καταμύουσι, τά τε πρὸς τὰς ἐκφύσεις στόμια πάντα ἔσφιγκται τῆς φύσεως εἴσω τότε συνειλημμένης καὶ ἡσυχαζούσης, ἵνα διαπνεύσασα οἷά τις ἀθλητὴς προηγωνισμένος καὶ συλλεξαμένη τὴν ἰδίαν ἰσχὺν πρὸς
τοὺς ἐθάδας ἄθλους ἐξ ὑπαρχῆς ἀπαντᾷ.
Quod Deus Sit Immutabilis. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.