λυσιτελὲς μόνον θηρώμενοι τῶν ἄλλων ὑπερορῶσιν, ὥσπερ αὑτοῖς μόνοις φύντες, οὐχὶ δὲ μυρίοις ἄλλοις, πατρί, μητρί, γυναικί, τέκνοις, πατρίδι, ἀνθρώπων γένει, εἰ δὲ δεῖ προελθόντας τι περαιτέρω φάναι, οὐρανῷ, γῇ, τῷ παντὶ κόσμῳ, ἐπιστήμαις, ἀρεταῖς, τῷ πατρὶ καὶ ἡγεμόνι τῶν συμπάντων· ὧν ἑκάστῳ κατὰ δύναμιν ἀπονεμητέον τὸ ἁρμόττον μὴ τὰ
πάντα προσθήκην ἑαυτοῦ, ἑαυτὸν δὲ τῶν πάντων νομίζοντα.
Quod Deus Sit Immutabilis. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.