προπετῶς ζῶσι τὸ μὲν θράσος δεξιόν, ἀριστερὸν δὲ ἡ δειλία, παρὰ δὲ τοῖς ἀνελευθέροις περὶ χρημάτων p. 297 M. διοίκησιν δεξιὸν μὲν ἡ φειδωλία, εὐώνυμον δὲ αἱ ἀνειμέναι δαπάναι· καὶ ὅσοι μέντοι ἐν τῷ λογίζεσθαι περιττοί, κρίνουσι τὸ μὲν πανοῦργον αἱρετόν, τὸ δὲ εὐηθικὸν φευκτόν· καὶ δεισιδαιμονίαν μὲν ὡς δεξιὸν ἄλλοι μεταδιώκουσιν, ἀποδιδράσκουσι
Quod Deus Sit Immutabilis. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.