οἰκίᾳ, ἀφ’ οὗ δ’ ἂν εἰσέλθῃ, πάντα ἀκάθαρτα· καίτοι τοὐναντίον εἰκὸς ἦν, ἀνδρὸς κεκαθαρμένου καὶ τελείου, ὃς τὰς ὑπὲρ ἁπάντων εὐχὰς ἁγιστείας ἱερουργίας εἴωθε ποιεῖσθαι, παρελθόντος εἴσω βελτιοῦσθαι τὰ ἔνδον καὶ ἐξ ἀκαθάρτων καθαρὰ γίνεσθαι· νυνὶ δὲ οὐδὲ ἐπὶ τῆς αὐτῆς μένει χώρας, τρέπεται δὲ πρὸς μερίδα τὴν χείρω κατὰ τὴν εἴσοδον τὴν
τοῦ ἱερέως.
Quod Deus Sit Immutabilis. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.