διφυὴς καὶ δύο ἐξανθοῦσα χρώματα λέπρα τὴν ἑκούσιον ἐμφαίνει κακίαν· ἔχουσα γὰρ ἡ ψυχὴ τὸν ὑγιαίνοντα καὶ ζωτικὸν καὶ ὀρθὸν ἐν ἑαυτῇ λόγον τῷ μὲν οὐ χρῆται ὡς κυβερνήτῃ πρὸς τὴν τῶν καλῶν 1 2 σωτηρίαν, ἐκδοῦσα δ’ αὑτὴν τοῖς ναυτιλίας ἀπείροις ὅλον τὸ τοῦ βίου δὴ σκάφος ἐν εὐδίᾳ καὶ γαλήνῃ δυνάμενον σῴζεσθαι περιέτρεψεν.
Quod Deus Sit Immutabilis. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.