ἐγνωκὼς ὁ νομοθέτης ἀναιρεῖν προοιμιάζεται τὸν τρόπον τοῦτον· „ἄνθρωπος ἄνθρωπος πρὸς πάντα οἰκεῖον σαρκὸς αὐτοῦ οὐ προσελεύσεται ἀποκαλύψαι ἀσχημοσύνην· ἐγὼ κύριος“ (Lev. 18,6). πῶς ἄν τις προτρέψαιτο μᾶλλον σαρκὸς καὶ τῶν σαρκὸς οἰκείων καταφρονεῖν ἢ τοῦτον τὸν τρόπον;
De Gigantibus. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.