ἑαυτοῖς, οἱ μὲν τὰς δι’ ὄψεως, ἕτεροι δὲ τὰς δι’ ἀκοῆς, τὰς δ’ αὖ διὰ γεύσεως καὶ γαστρὸς ἄλλοι, τινὲς δὲ τὰς μετὰ γαστέρα, πολλοὶ δὲ καὶ τῶν πορρωτάτω διῳκισμένων ἀντελάβοντο τὰς μηκίστας ἐν ἑαυτοῖς τείνοντες ἐπιθυμίας· ποικίλαι γὰρ ἐξ ἀνάγκης αἱ ποικίλων ἡδονῶν αἱρέσεις, ἄλλων ᾠκειωμένων ἄλλαις.
De Gigantibus. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.