(Gen. 4,20). κτήνη μὲν οὖν εἰσιν αἱ ἄλογοι αἰσθήσεις, κτηνοτρόφοι δ’ οἱ φιλήδονοι καὶ φιλοπαθεῖς τροφὰς παρέχοντες αὐταῖς τὰ ἐκτὸς αἰσθητά, μακρὰν διεστηκότες ποιμένων. οἱ μὲν γὰρ ἀρχόντων τρόπον τὰ πλημμελῶς ζῶντα τῶν θρεμμάτων κολάζουσιν, οἱ δ’ ἑστιατόρων τροφὰς ἀφθόνους p. 244 M. παρασκευάζοντες ἄδειαν ἁμαρτημάτων παρέχουσιν· ἀνάγκη γὰρ
εὐθὺς τὴν ἀπληστίας καὶ κόρου θυγατέρα γεννᾶσθαι ὕβριν.
De Posteritate Caini. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.