δ’ ἀναγκαῖα ταῦτα· ὁπότε ὁ θεὸς διένεμε καὶ διετείχιζε τὰ τῆς ψυχῆς ἔθνη τὰ ὁμόφωνα τῶν ἀλλογλώττων διιστὰς καὶ διοικίζων, τούς τε γῆς 1 παῖδας ἔσπειρε καὶ ἐξετόξευσεν ἀφ’ ἑαυτοῦ, οὓς Ἀδὰμ ὠνόμασεν υἱούς, τότε τῶν ἀρετῆς ἐκγόνων τοὺς ὅρους ἔστησεν ἰσαρίθμους ἀγγέλοις· ὅσοι γὰρ θεοῦ λόγοι, τοσαῦτα ἀρετῆς ἔθνη τε καὶ εἴδη.
De Posteritate Caini. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.