φαύλοις καὶ μαρτυρουμένην ἐν p. 241 Μ ταῖς πρὸς ἕκαστα αὐτῶν ἐπιβολαῖς. εἰ δὲ κοινωνὸν αὐτὴν ἀξιώσεις ἔχειν, μέγιστον ἀποτέξεταί σοι κακόν, τὸν Ἰωβήλ (Gen. 4,20), ὃς ἑρμηνεύεται μεταλλοιῶν· εἰ γὰρ τῇ μαρτυρίᾳ χαίρεις ὧν ἂν τύχῃ, στρέφειν καὶ ἀνακυκλεῖν ἕκαστα βουλήσῃ, τοὺς παγέντας ὑπὸ τῆς φύσεως τοῖς πράγμασιν ὅρους μετατιθείς.
De Posteritate Caini. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.