ἀνίατα, ὑφ’ ὧν ἰλυσπωμένη ταπεινοῦται καὶ κάμπτεται· πιέζει γὰρ αὐτὴν ἕκαστον ἐπιφέρον ἄχθος ἀνήνυτον, ὡς μηδ’ ἀνακῦψαι δύνασθαι. τοῦθ’ ἅπαν ὠνόμασται Λάμεχ· ἑρμηνείαν γὰρ ἔχει ταπείνωσιν, ἵν’ εἰκότως τοῦ Μαθουσάλα γένηται ὁ Λάμεχ υἱός (Gen. 4, 18), πάθους τοῦ περὶ ψυχὴν θανάτου ταπεινὸν καὶ ὑπεῖκον, ἀλόγου ὁρμῆς ἔκγονον ἀρρώστημα.
De Posteritate Caini. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.