μὴ χρώμενον ὑπηρέταις ἑτέροις. ἢ ὁ αὐτὸς ἐν τῷ αὐτῷ λιθοτομεῖν ἂν δύναιτο, ὑλοτομεῖν, σίδηρον, χαλκὸν ἐργάζεσθαι, τειχῶν μέγαν κύκλον πόλει περιβάλλεσθαι, προπύλαια καὶ προτειχίσματα, ἱερὰ καὶ τεμένη καὶ στοὰς καὶ νεωσοίκους καὶ οἰκίας καὶ ὅσα ἄλλα δημόσια καὶ ἴδια ἔθος οἰκοδομεῖσθαι; καὶ ἔτι πρὸς τούτοις ὀχετοὺς κατὰ γῆν ἀναστέλλειν, στενωποὺς
ἀνευρύνειν, κρήνας καὶ ὑδρορροὰς καὶ ὅσων ἄλλων πόλει δεῖ κατασκευάζεσθαι;
De Posteritate Caini. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.