τοῦ ἀνοσίου καὶ ψεύσεται· τὰς γὰρ θυγατέρας Ἀδὰμ ὀψὲ γεγενημένας εἰσάγει. τί οὖν χρὴ λέγειν; γυναῖκα ἀσεβοῦς λογισμοῦ, ὥς γε οἴομαι, καλεῖ δόξαν, ἣν περὶ τῶν πραγμάτων τίθεται καθάπερ μυρίοι τῶν φιλοσοφησάντων, οἱ μὲν τὰ αὐτά, οἱ δὲ καὶ διαφέροντα εἰσηγησάμενοι τῷ βίῳ δόγματα. τίς οὖν ἐστιν ἀσεβοῦς δόξα;
De Posteritate Caini. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.