1 2 ὁ δὲ ἀπῃώρησεν ἑαυτὸν σώματος, ὅς ἐστιν ἐν ἡμῖν ξύλινος ὄγκος, ἐπιθυμίαν ἐλπίδος ἀντικαταλλαξάμενος, ἀγαθοῦ τελείου μέγιστον κακόν. ἐλπὶς μὲν γὰρ τῶν ἀγαθῶν οὖσα προσδοκία ἐκ τοῦ φιλοδώρου θεοῦ τὴν διάνοιαν ἀρτᾷ, ἐπιθυμία δὲ ἀλόγους ἐμποιοῦσα ὀρέξεις ἐκ τοῦ σώματος,
ὃ δεξαμενὴν καὶ χώραν ἡδονῶν ἡ φύσις ἐδημιούργησεν.
De Posteritate Caini. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.