αὑτῶν ἐθέλουσι παιδοποιεῖσθαι (Gen. 19,32), μαχόμεναι τῷ λέγοντι· „ἐξανέστησέ μοι ὁ θεός“. ὃ γὰρ ἐκείνῳ τὸ ὄν, τοῦθ’ αὑταῖς φασι τὸν 1 νοῦν περιποιεῖσθαι δύνασθαι, μεθυούσης καὶ παραφόρου ψυχῆς δόγμα εἰσηγούμεναι· νήφοντος μὲν γὰρ ἔργον λογισμοῦ καὶ σώφρονος τὸν θεὸν ὁμολογεῖν ποιητὴν καὶ πατέρα τοῦ παντός, πίπτοντος δ’ ὑπὸ μέθης καὶ παροινίας ἑαυτὸν ἑκάστου τῶν ἀνθρωπείων πραγμάτων εἶναι
δημιουργόν.
De Posteritate Caini. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.