ἀρετῆς οὐδέποτε τὸ ἀνθρώπων ἀπολείψει γένος, ἀλλὰ πρώτην μὲν παραύξησιν ἄχρι δεκάδος ἀριθμοῦ τελείου λήψεται, καθ’ ἣν ὁ δίκαιος Νῶε συνίσταται, δευτέραν δὲ καὶ ἀμείνω τὴν ἀπὸ τοῦ παιδὸς αὐτοῦ Σὴμ εἰς ἑτέραν δεκάδα τελευτῶσαν, ἧς Ἀβραὰμ ὁ πιστὸς ἐπώνυμος, τρίτην δὲ καὶ τελεωτέραν δεκάδος ἑβδομάδα ἀπὸ τούτου μέχρι Μωυσῆ
τοῦ πάντα σοφοῦ παρήκουσαν· ἕβδομος γὰρ ἀπὸ Ἀβραὰμ οὗτός ἐστιν, οὐκέτι κατὰ τὸν ἔξω τῶν ἁγίων κύκλον οἷα μύστης εἰλούμενος, ἀλλ’
De Posteritate Caini. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.