ὀκνεῖν ὠφελεῖν. ὅσα οὖν ἠπίστατο, καθάπερ εἰς δεξαμενὴν τὴν τοῦ γνωρίμου προχέασα διάνοιαν ἔρχεται πάλιν ἐπὶ τὸ φρέαρ ἀντλῆσαι, ἐπὶ τὴν ἀένναον τοῦ θεοῦ σοφίαν, ἵνα καὶ τὰ παλαιὰ παγίως ὀχυρώσηται διὰ μνήμης καὶ ἄλλων καινοτέρων ἐπιστήμαις ποτισθῇ· ἀπερίγραφος γὰρ ὁ σοφίας θεοῦ πλοῦτος καὶ νέα ἐπὶ παλαιοῖς ἐκφέρων βλαστήματα,
ὡς ἀνηβῶν τε καὶ ἐπακμάζων μηδέποτε λήγειν.
De Posteritate Caini. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.