ὑφηγῆται, εἰ μὴ προσγένοιτο καὶ μνήμη διόπερ ἐπιδεικνυμένη τὸ φιλόδωρον, ὅτε αὐτὸν πληροῖ ποτίσασα, ὑπισχνεῖται καὶ ταῖς καμήλοις ὑδρεύσεσθαι, ἃς συμβολικῶς μνήμας εἶναί φαμεν· μηρυκᾶται γὰρ τὸ ζῷον τὴν τροφὴν ἐπιλεαῖνον, καὶ ὅταν ὀκλάσαν δέξηται βαρύτατον φόρτον, μετὰ πολλῆς ἄγαν εὐτονίας ἐγείρεται κούφως.
De Posteritate Caini. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.