20, 21), τουτέστιν εἰς τὰς ἀδύτους καὶ ἀειδεῖς περὶ τοῦ ὄντος ἐννοίας. 1 2 οὐ γὰρ ἐν γνόφῳ τὸ αἴτιον οὐδὲ συνόλως ἐν τόπῳ, p. 229 M ἀλλ’ ὑπεράνω καὶ τόπου καὶ χρόνου· τὰ γὰρ γεγονότα πάντα ὑποζεύξας ἑαυτῷ περιέχεται μὲν ὑπ’ οὐδενός, ἐπιβέβηκε δὲ πᾶσιν. ἐπιβεβηκὼς δὲ καὶ ἔξω τοῦ δημιουργηθέντος ὢν οὐδὲν ἧττον πεπλήρωκε τὸν κόσμον ἑαυτοῦ· διὰ γὰρ * * * δυνάμεως ἄχρι περάτων τείνας ἕκαστον ἑκάστῳ κατὰ τοὺς ἁρμονίας
λόγους συνύφηνεν.
De Posteritate Caini. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.