οἶμαι δεδηλῶσθαι· τὴν δ’ ὥσπερ παλιγγενεσίαν Ἄβελ τοῦ δολοφονηθέντος σκεψώμεθα. „ἔγνω“ φησίν „Ἀδὰμ τὴν γυναῖκα αὐτοῦ Εὔαν, καὶ συλλαβοῦσα ἔτεκεν υἱόν, καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Σὴθ λέγουσα· ἐξανέστησε γάρ μοι ὁ θεὸς σπέρμα ἕτερον ἀντὶ Ἄβελ, ὃν ἀπέκτεινε Κάιν“ (Gen. 4,25). Σὴθ ἑρμηνεύεται ποτισμός.
De Posteritate Caini. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.