ἐμπεριπατεῖ, οἷς δ’ ὁ τῶν ἡδονῶν, ἐφήμερον καὶ κατεψευσμένην ἔχουσιν εὐκαιρίαν. οὗτοι μὲν οὖν ὑπὸ διαρρεούσης πιότητός τε καὶ τέρψεως ἐπὶ πλέον οἰδήσαντες καὶ περιταθέντες ἐξερράγησαν· οἱ δὲ τῇ τρεφούσῃ τὰς φιλαρέτους ψυχὰς σοφίᾳ πιαινόμενοι βέβαιον καὶ ἀκράδαντον ἴσχουσι δύναμιν, ἧς ὑπόδειγμα τὸ ὁλοκαυτούμενον ἀπὸ παντὸς ἱερείου στέαρ.
De Posteritate Caini. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.