δὲ Θοβὲλ ἀδελφὴν εἶναί φησι Νοεμάν (Gen. 4,22), ἧς ἑρμηνεία πιότης· ἀκολουθεῖ γὰρ τοῖς εὐπάθειαν σώματος καὶ ἃς εἶπον ὕλας μεταδιώκουσιν, ὅταν τινὸς ὧν ὀρέγονται λάχωσι, πιαίνεσθαι. τὴν δὲ τοιαύτην πιότητα οὐκ ἰσχύν, ἀλλ’ ἀσθένειαν ἔγωγε τίθεμαι· διδάσκει γὰρ ἀφίστασθαι θεοῦ τιμῆς, ἣ πρώτη καὶ ἀρίστη ψυχῆς ἐστι δύναμις.
De Posteritate Caini. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.