δημιουργοὶ δ’ εἰσὶ πάντες οὗτοι πολέμου, παρὸ σίδηρον καὶ χαλκὸν 1 2 ἐργάζεσθαι λέγονται, δι’ ὧν οἱ πόλεμοι p. 248 M. συνίστανται. τὰς μὲν γὰρ μεγίστας καὶ ἀνδρῶν ἰδίᾳ καὶ πόλεων κοινῇ διαφορὰς εὕροι τις ἂν σκοπῶν καὶ πάλαι γεγενημένας καὶ νῦν ὑπαρχούσας καὶ ἐσομένας αὖθις ἢ εὐμορφίας γυναικὸς εἵνεκα ἢ χρημάτων ἢ δόξης ἢ τιμῆς ἢ ἀρχῆς ἢ κτήσεως ἢ συνόλως ὅσα σώματος καὶ τῶν ἐκτός ἐστι πλεονεκτήματα·
De Posteritate Caini. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.