φωνὴν μὴ χεομένην ἔξω σκεδάννυσθαι, εἴσω δ’ ὑπὸ τῶν κύκλων συναγομένην καὶ σφιγγομένην οἷα διαχεομένην τὴν ἀκοὴν εἰς τὰς τοῦ 1 2 ἡγεμονικοῦ δεξαμενὰς ἐπαντλεῖσθαι — καὶ τοῦτ’ εὐθὺς ἦν παράδειγμα θεάτρων τῶν κατὰ πόλεις εὐδαίμονας· πρὸς γὰρ τὸ ὤτων σχῆμα ἄκρως ἡ θεάτρων κατασκευὴ μεμίμηται —, οὕτως καὶ τὴν τραχεῖαν ἀρτηρίαν ἡ τὰ ζῷα φύσις διαπλάσασα ὥσπερ μουσικὸν κανόνα τείνασα τὰ ἐναρμόνια
καὶ χρωματικὰ καὶ διατονικὰ γένη συνυφαίνουσα κατὰ τὰς τῶν συνημμένων καὶ διεζευγμένων μελῳδιῶν παμπληθεῖς ποικιλίας παντὸς ὀργάνου μουσικοῦ παράδειγμα ἱδρύετο.
De Posteritate Caini. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.