ἀειδοῦς, οἱ Μωυσέως γνώριμοι· τὴν γὰρ αἰτίαν χρησμῷ μαθὼν αὐτὸς ἡμῖν ὑφηγήσατο. ἔλεγε δὲ ὧδε· ψυχὴν οὐδεμίαν τῷ σώματι ὁ ποιῶν εἰργάζετο ἱκανὴν ἐξ ἑαυτῆς τὸν ποιητὴν ἰδεῖν, λογισάμενος δὲ μεγάλα ὀνήσειν τὸ δημιούργημα, εἰ λάβοι τοῦ δημιουργήσαντος ἔννοιαν — 1 2 εὐδαιμονίας γὰρ καὶ μακαριότητος ὅρος οὗτος —, ἄνωθεν ἐνέπνει τῆς ἰδίου θειότητος· ἡ δ’ ἀόρατος ἀοράτῳ ψυχῇ τοὺς ἑαυτῆς τύπους ἐνεσφαγίζετο, ἵνα μηδ’ ὁ περίγειος χῶρος εἰκόνος ἀμοιρήσῃ θεοῦ.
Quod Deterius Potiori Insidiari Soleat. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.