αὑτοὺς ἀγαθόν; τί οἱ τοσοῦτοι περὶ ἀρετῆς λόγοι τὴν ὑμετέραν ψυχὴν ὠφέλησαν; τί τοῦ βίου μικρὸν ἢ μέγα μέρος ἐπηνωρθώσασθε; τί δ’; οὐχὶ τἀναντία διαβολὰς καθ’ αὑτῶν ἀληθεῖς ἠρανίσατε, ὅτι συνιέντες τὰ καλὰ καὶ τῷ λόγῳ φιλοσοφοῦντες ἑρμηνεῖς μὲν ἄριστοι γεγόνατε, τὰ δ’ αἴσχιστα καὶ φρονοῦντες καὶ ἐπιτηδεύοντες ἀεὶ ἁλίσκεσθε; οὐ μὴν ἔτι
γε ἐν ταῖς ὑμετέραις ψυχαῖς τέθνηκε τὰ καλά, ζωπυρηθέντων κακῶν;
Quod Deterius Potiori Insidiari Soleat. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.