μού εἰμι ἐγώ“ (Gen. 4, 9) ; πάνυ γάρ, εἴποιμ’ ἂν, ἀθλίως ἔμελλε βιώσεσθαι, εἰ σὲ φρουρὸν καὶ φύλακα ἡ φύσις ἀγαθοῦ τοσούτου κατέστησεν. ἢ οὐχ ὁρᾷς ὅτι τὴν τῶν ἁγίων διατήρησίν τε καὶ φυλακὴν οὐ τοῖς ἐπιτυχοῦσιν ὁ νομοθέτης ἀλλὰ τοῖς τὰς γνώμας ἱερωτάτοις Λευίταις ἐπιτρέπει; ὧν ἀνάξιος κλῆρος γῆ καὶ ὕδωρ καὶ ἀὴρ ἔτι δὲ οὐρανὸς καὶ
πᾶς ὁ κόσμος ἐνομίσθη, μόνος δ’ ἀξιόχρεως ὁ δημιουργός, ᾧ προσπεφεύγασιν ἱκέται γνήσιοι καὶ θεράποντες αὐτοῦ γινόμενοι, τὸ φιλοδέσποτον διὰ τῆς συνεχοῦς ὑπηρεσίας καὶ τῆς τῶν ἐπιτραπέντων ἀοκνοτάτης
Quod Deterius Potiori Insidiari Soleat. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.