τὰ ποιοῦντα, ἕτερα δ’ εἶναι τὰ πάσχοντα δυνατὸν καὶ ῥᾴδιον· ὁπότε γὰρ πατὴρ υἱὸν τύπτει σωφρονίζων ἢ διδάσκαλος γνώριμον, ἕτερος ὁ τύπτων καὶ ἕτερος ὁ τυπτόμενός ἐστιν· ἐπὶ δὲ τῶν ἡνωμένων περὶ ὃ τὸ ποιεῖν καὶ τὸ πάσχειν εὑρίσκεται, καὶ οὔτε ἐν ἑτέρῳ χρόνῳ οὔτε ἕτερον, ἀλλὰ κατὰ τὸν αὐτὸν καὶ τὸ αὐτό· ἐπειδὰν γοῦν ἀθλητὴς ἑαυτὸν
τοῦ γυμνάσασθαι χάριν ἀνατρίβῃ, πάντως τρίβεται, καὶ εἴ τις μέντοι παίει ἑαυτὸν ἢ τιτρώσκει, παίεταί τε καὶ τιτρώσκεται, καὶ γὰρ ὁ πηρῶν ἢ κτείνων ἑαυτὸν πηροῦται καὶ κτείνεται. πρὸς τί δὴ ταῦτ’ εἶπον;
Quod Deterius Potiori Insidiari Soleat. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.