δεισιδαιμονίας ἡ ὁδός. ἐὰν δὲ φάσκῃ ζητεῖν τοὺς ἐπιστήμης λόγους καὶ ποθεῖν ὡς τοὺς ἐγγυτάτω γένους ἀδελφούς, μὴ πάνυ πιστεύωμεν αὐτῇ· οὐ γὰρ ἂν ἐπυνθάνετο „ποῦ βόσκουσιν“ (ib. v. 16), ἀλλὰ „ποῦ ποιμαίνουσιν“· οἱ μὲν γὰρ βόσκοντες τροφὰς τὰ αἰσθητὰ πάντα παρέχουσι τῷ τῶν αἰσθήσεων ἀλόγῳ καὶ ἀπλήστῳ θρέμματι, δι’ ἃς ἀκράτορες ἑαυτῶν
γινόμενοι καὶ κακοδαιμονοῦμεν, οἱ δὲ ποιμαίνοντες ἀρχόντων καὶ ἡγεμόνων 1 ἔχοντες δύναμιν τὰ ἐξηγριωμένα ἡμεροῦσι στέλλοντες τὸ τῶν ἐπιθυμιῶν μέγεθος.
Quod Deterius Potiori Insidiari Soleat. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.