στρατοπέδου, μόνως ἂν οὕτως ἐλπίσας ἱκέτης καὶ θεραπευτὴς ἔσεσθαι τέλειος θεοῦ. τὴν δὲ σκηνὴν ταύτην κεκλῆσθαί φησι μαρτυρίου, σφόδρα παρατετηρημένως, ἵν’ ἡ τοῦ ὄντος p. 222 M. ὑπάρχῃ, μὴ καλῆται μόνον· τῶν γὰρ ἀρετῶν ἡ μὲν θεοῦ πρὸς ἀλήθειάν ἐστι κατὰ τὸ εἶναι συνεστῶσα, ἐπεὶ καὶ ὁ θεὸς μόνος ἐν τῷ εἶναι ὑφέστηκεν· οὗ χάριν ἀναγκαίως
ἐρεῖ περὶ αὐτοῦ· „ἐγώ εἰμι ὁ ὤν“ (Exod. 3, 14), ὡς τῶν μετ’ αὐτὸν οὐκ ὄντων κατὰ τὸ εἶναι, δόξῃ δὲ μόνον ὑφεστάναι νομιζομένων· ἡ δὲ Μωυσέως σκηνὴ συμβολικῶς οὖσα ἀνθρώπου ἀρετὴ κλήσεως, οὐχ ὑπάρξεως, ἀξιωθήσεται, μίμημα καὶ ἀπεικόνισμα τῆς θείας ἐκείνης ὑπάρχουσα.
Quod Deterius Potiori Insidiari Soleat. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.