μετὰ γαστέρα ἡδοναῖς ἁπάσαις εἰς κόρον χρήσασθαι, τῆς ἀργύρου καὶ 1 2 χρυσοῦ κτήσεως μὴ ἀμελῆσαι, τιμὰς καὶ ἀρχὰς καὶ ὅσα ἄλλα συντείνοντα πρὸς δόξαν περιβαλέσθαι· φρόνησιν δ’ ἢ καρτερίαν ἢ δικαιοσύνης αὐστηρὰς διαθέσεις ἐπίπονον παρασκευαζούσας βίον ἐῶμεν· εἰ δ’ ἄρα καὶ χρηστέον αὐταῖς, οὐχ ὡς ἀγαθοῖς τελείοις χρηστέον, ἀλλὰ ὡς ποιητικοῖς ἀγαθοῦ.
Quod Deterius Potiori Insidiari Soleat. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.