καὶ ὕδωρ, πρὸς τὰ τῇ φύσει κοῦφα ἀέρα καὶ πῦρ ἧκεν ἄν, ἔμπαλιν δ’ ἐνομιλῆσαν τοῖς μεταρσίοις, εἰ μετανάστασιν ἐζήτει τὴν ἀπ’ αὐτῶν, τὸν ἐναντίον ἤμειψεν ἂν χῶρον· ἔδει γὰρ αὐτὸ πάντως καθ’ ἓν τοῦ κόσμου μέρος προφαίνεσθαι, ἐπειδὴ τοῦ παντὸς ἔξω δραμεῖν ἦν ἀδύνατον, πρὸς τῷ μηδὲ ἐκτὸς ὑπολελεῖφθαί τι τὸν δημιουργὸν ὅλας δι’ ὅλων τὰς
τέτταρας ἀρχὰς εἰς τὴν τοῦ κόσμου σύστασιν ἀναλώσαντα, ἵνα ἐκ μερῶν τελείων τελειότατον p. 221 M. ἀπεργάσηται τὸ πᾶν.
Quod Deterius Potiori Insidiari Soleat. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.