τετράψῃ; νήξῃ καθ’ ὕδατος τὴν τῶν ἐνύδρων ἀπομιμούμενος φύσιν; ἀλλ’ ὑποβρύχιος αὐτίκα τεθνήξῃ. ἀλλὰ πτερώσας καὶ μετεωρίσας σαυτὸν ἀεροβατεῖν ἐθελήσεις τὸ χερσαῖον εἰς πτηνοῦ γένος μεταβαλών; ἀλλ’ εἰ δύνασαι, μετάπλαττε καὶ μεταχάραττε τὸ θεῖον νόμισμα· ἀλλ’ οὐ δυνήσῃ· ὅσῳ γὰρ ἂν μετεωρότερον σεαυτὸν ἐξάρῃς, τοσούτῳ θᾶττον
ἀφ’ ὑψηλοτέρου μετὰ πλείονος φορᾶς ἐπὶ γῆν τὸ οἰκεῖον χωρίον ἐνεχθήσῃ.
Quod Deterius Potiori Insidiari Soleat. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.