ἐν οἷς ἁμαρτάνουσιν ἐπιπληττόμενοι, ἀμείνους δὲ τῶν ἀνεπιτιμήτων οἱ ὑπὸ διδασκάλων ἐν οἷς περὶ τὰς τέχνας οὐ κατορθοῦσιν ὀνειδιζόμενοι, εὐτυχέστεροι δὲ καὶ κρείττους τῶν ἀνεπιτροπεύτων νέων οἱ μάλιστα μὲν ἐπιστασίας καὶ ἀρχῆς ἀξιωθέντες φυσικῆς, ἣν οἱ γεννήσαντες ἐπὶ τέκνοις κεκλήρωνται, εἰ δὲ μή, δευτέρων γοῦν ἡγεμόνων ἐπιλαχόντες, οὓς
ὀρφανίας ἔλεος ἐπιτρόπους εἴωθε χειροτονεῖν τὴν γονέων ἐν ἅπασι τοῖς συμφέρουσι τάξιν ἐκπλήσοντας;
Quod Deterius Potiori Insidiari Soleat. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.