κακίας καὶ ἀρετῆς ἐξαδιαφοροῦσα, πλοῦτον καὶ δόξαν καὶ ἀρχὰς καὶ 1 τιμὰς καὶ ὅσα τούτων ἀδελφά, περὶ ἃ πραγματεύεται τὸ πλεῖστον ἀνθρώπων γένος, ἔπειτα λύπας ἀναιρεῖν, αἳ συνίστανται κατὰ τὰς ἐξ ἡμῶν αὐτῶν ἐνεργείας — οὐ γάρ, ὡς ἔνιοι τῶν ἀσεβῶν, τὸν θεὸν αἴτιον κακῶν φησι Μωυσῆς, ἀλλὰ τὰς ἡμετέρας χεῖρας, συμβολικῶς τὰ ἡμέτερα παριστὰς ἐγχειρήματα καὶ τὰς ἑκουσίους τῆς διανοίας πρὸς τὸ
χεῖρον τροπάς —, 33 ἐπὶ πᾶσι μέντοι „ἀπὸ τῆς γῆς ἧς κατηράσατο κύριος ὁ θεὸς“ διαναπαύειν·
Quod Deterius Potiori Insidiari Soleat. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.