ἂν εἰσαγάγῃ σε κύριος ὁ θεός σου εἰς τὴν γῆν τῶν Χαναναίων, ὃν τρόπον ὤμοσε τοῖς πατράσι σου, καὶ δῷ σοι αὐτήν, καὶ ἀφελεῖς πᾶν διανοῖγον μήτραν, τὰ ἀρσενικά, τῷ κυρίῳ, πᾶν διανοῖγον μήτραν ἐκ τῶν βουκολίων ἐν τοῖς κτήνεσιν ὅσα ἂν γένηταί σοι, τὰ ἀρσενικά, τῷ
κυρίῳ. πᾶν διανοῖγον μήτραν ὄνου ἀλλάξεις προβάτῳ· ἐὰν δὲ μὴ ἀλλάξῃς, λυτρώσῃ αὐτό“ (Exod. 13, 11 — 13). τὸ γὰρ διανοῖγον μήτραν τὸ Ἄβελ δῶρόν ἐστι πρωτότοκον, ὃ πότε καὶ πῶς δεῖ φέρειν ἐρεύνησον.
De Sacrificiis Abelis Et Caini. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.