σημεῖον τὸ πεπηγέναι· καθάπερ γὰρ ὁ τῶν τεθηλότων ἀσταχύων καρπός, ἵνα μηκέτι πλαδᾷ, φρύγεται, τοῦτο δ’ οὐκ ἄνευ πυρὸς πέφυκε συμβαίνειν, οὕτως καὶ τὴν νέαν πρὸς ἀρετῆς ἀκμὴν ἀνάληψιν δυνατῷ καὶ ἀνικήτῳ λόγῳ χρὴ πάγιον καὶ σταθερωτάτην ἀπεργάζεσθαι· πέφυκε δὲ ὁ λόγος οὐ μόνον πήττειν ἐν ψυχῇ τὰ θεωρήματα διαρρεῖν αὐτὰ κωλύων, ἀλλὰ
καὶ τὴν τοῦ ἀλόγου πάθους ὁρμὴν εὐτόνως ἐκλύειν.
De Sacrificiis Abelis Et Caini. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.