τῆς δεσποίνης τὸ δοῦλον, οὕτως εἰσὶν οἳ γένεσιν μᾶλλον θεοῦ τετιμήκασι, πρόσταγμα τεθεικότος τοῦ νομοθέτου, ἵνα „τὰς ἀπαρχὰς τῶν πρωτογεννημάτων τῆς γῆς εἰσφέρωμεν εἰς τὸν οἶκον κυρίου τοῦ θεοῦ“ (Exod. 23, 19), ἀλλὰ μὴ ἑαυτοῖς ἐπιγράφωμεν· καὶ γὰρ δίκαιον τῶν τῆς ψυχῆς κινημάτων ὅσα πρῶτα ἢ τάξει ἢ δυνάμει θεῷ
ὁμολογεῖν.
De Sacrificiis Abelis Et Caini. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.